Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.61.2 | Hdt. 4.62.4 (English) | >>Hdt. 4.64.4 |
4.62.2 ἔτεος δὲ ἑκάστου ἁμάξας πεντήκοντα καὶ ἑκατὸν ἐπινέουσι φρυγάνων · ὑπονοστέει γὰρ δὴ αἰεὶ ὑπὸ τῶν χειμώνων . ἐπὶ τούτου δὴ τοῦ σηκοῦ ἀκινάκης σιδήρεος ἵδρυται ἀρχαῖος ἑκάστοισι , καὶ τοῦτʼ ἐστὶ τοῦ Ἄρεος τὸ ἄγαλμα . τούτῳ δὲ τῷ ἀκινάκῃ θυσίας ἐπετείους προσάγουσι προβάτων καὶ ἵππων , καὶ δὴ καὶ τοῖσιδʼ ἔτι πλέω θύουσι ἢ τοῖσι ἄλλοισι θεοῖσι ·
4.62.3 ὅσους ἂν τῶν πολεμίων ζωγρήσωσι , ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν ἄνδρα θύουσι τρόπῳ οὐ τῷ αὐτῷ καὶ τὰ πρόβατα , ἀλλʼ ἑτεροίῳ . ἐπεὰν γὰρ οἶνον ἐπισπείσωσι κατὰ τῶν κεφαλέων , ἀποσφάζουσι τοὺς ἀνθρώπους ἐς ἄγγος καὶ ἔπειτα ἀνενείκαντες ἄνω ἐπὶ τὸν ὄγκον τῶν φρυγάνων καταχέουσι τὸ αἷμα τοῦ ἀκινάκεω .
4.62.4 ἄνω μὲν δὴ φορέουσι τοῦτο , κάτω δὲ παρὰ τὸ ἱρὸν ποιεῦσι τάδε · τῶν ἀποσφαγέντων ἀνδρῶν τοὺς δεξιοὺς ὤμους πάντας ἀποταμόντες σὺν τῇσι χερσὶ ἐς τὸν ἠέρα ἱεῖσι , καὶ ἔπειτα καὶ τὰ ἄλλα ἀπέρξαντες ἱρήια ἀπαλλάσσονται . χεὶρ δὲ τῇ ἂν πέσῃ κέεται , καὶ χωρὶς ὁ νεκρός .
ch. 63
4.63.1
ch. 64
4.64.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.61.2 | Hdt. 4.62.4 (English) | >>Hdt. 4.64.4 |